Translation: Click to toggle diacritical marks Click to open and empty search window Click to open lexicon Click to show Rahlfs Click to toggle definitions Click to hide morphology
12345678910111213141516171819202122232425 
 26272829303132333435363738394041424344454647484950


Verse 1 Καὶ Αβρααμ ἠν πρεσβύτερος προβεβηκὼς ἡμερῶν καὶ κύριος εὐλόγησεν τὸν Αβρααμ κατὰ πάντα
Verse 2 Καὶ εἰπεν Αβρααμ τω παιδὶ αὐτοῦ τω πρεσβυτέρω τῆς οἰκίας αὐτοῦ τω ἄρχοντι πάντων τῶν αὐτοῦ θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου
Verse 3 Καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς ἵνα μὴ λάβῃς γυναῖκα τω υἱω μου Ισαακ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων μεθ ὡν ἐγὼ οἰκῶ ἐν αὐτοῖς
Verse 4 Ἀλλὰ εἰς τὴν γῆν μου οὑ ἐγενόμην πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τω υἱω μου Ισαακ ἐκεῖθεν
Verse 5 Εἰπεν δὲ πρὸς αὐτὸν παῖς μήποτε οὐ βούλεται γυνὴ πορευθῆναι μετ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν ὅθεν ἐξῆλθες ἐκεῖθεν
Verse 6 Εἰπεν δὲ πρὸς αὐτὸν Αβρααμ πρόσεχε σεαυτω μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ
Verse 7 Κύριος θεὸς τοῦ οὐρανοῦ καὶ θεὸς τῆς γῆς ὃς ἔλαβέν με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς ἡς ἐγενήθην ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν μοι λέγων σοὶ δώσω τὴν γῆν ταύτην καὶ τω σπέρματί σου αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου καὶ λήμψῃ γυναῖκα τω υἱω μου Ισαακ ἐκεῖθεν
Verse 8 Ἐὰν δὲ μὴ θέλῃ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου τούτου μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ
Verse 9 Καὶ ἔθηκεν παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Αβρααμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτω περὶ τοῦ ρήματος τούτου
Verse 10 Καὶ ἔλαβεν παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχωρ
Verse 11 Καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι
Verse 12 Καὶ εἰπεν κύριε θεὸς τοῦ κυρίου μου Αβρααμ εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Αβρααμ
Verse 13 Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ
Verse 14 Καὶ ἔσται παρθένος ἂν ἐγὼ εἴπω ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω καὶ εἴπῃ μοι πίε καὶ τὰς καμήλους σου ποτιῶ ἕως ἂν παύσωνται πίνουσαι ταύτην ἡτοίμασας τω παιδί σου Ισαακ καὶ ἐν τούτω γνώσομαι ὅτι ἐποίησας ἔλεος τω κυρίω μου Αβρααμ
Verse 15 Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τη διανοίᾳ καὶ ἰδοὺ Ρεβεκκα ἐξεπορεύετο τεχθεῖσα Βαθουηλ υἱω Μελχας τῆς γυναικὸς Ναχωρ ἀδελφοῦ δὲ Αβρααμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς
Verse 16 δὲ παρθένος ἠν καλὴ τη ὄψει σφόδρα παρθένος ἠν ἀνὴρ οὐκ ἔγνω αὐτήν καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη
Verse 17 Ἐπέδραμεν δὲ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἰπεν πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου
Verse 18 δὲ εἰπεν πίε κύριε καὶ ἔσπευσεν καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν
Verse 19 Ἕως ἐπαύσατο πίνων καὶ εἰπεν καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι ἕως ἂν πᾶσαι πίωσιν
Verse 20 Καὶ ἔσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις
Verse 21 δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐόδωκεν κύριος τὴν ὁδὸν αὐτοῦ οὔ
Verse 22 Ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι ἔλαβεν ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλια ἐπὶ τὰς χεῖρας αὐτῆς δέκα χρυσῶν ὁλκὴ αὐτῶν
Verse 23 Καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἰπεν θυγάτηρ τίνος εἰ ἀνάγγειλόν μοι εἰ ἔστιν παρὰ τω πατρί σου τόπος ἡμῖν καταλῦσαι
Verse 24 Καὶ εἰπεν αὐτω θυγάτηρ Βαθουηλ εἰμὶ ἐγὼ τοῦ Μελχας ὃν ἔτεκεν τω Ναχωρ
Verse 25 Καὶ εἰπεν αὐτω καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι
Verse 26 Καὶ εὐδοκήσας ἄνθρωπος προσεκύνησεν κυρίω
Verse 27 Καὶ εἰπεν εὐλογητὸς κύριος θεὸς τοῦ κυρίου μου Αβρααμ ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου ἐμὲ εὐόδωκεν κύριος εἰς οἰκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου
Verse 28 Καὶ δραμοῦσα παῖς ἀπήγγειλεν εἰς τὸν οἰκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ρήματα ταῦτα
Verse 29 Τη δὲ Ρεβεκκα ἀδελφὸς ἠν ὄνομα Λαβαν καὶ ἔδραμεν Λαβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν
Verse 30 Καὶ ἐγένετο ἡνίκα εἰδεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσεν τὰ ρήματα Ρεβεκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης οὕτως λελάληκέν μοι ἄνθρωπος καὶ ἠλθεν πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
Verse 31 Καὶ εἰπεν αὐτω δεῦρο εἴσελθε εὐλογητὸς κύριος ἵνα τί ἕστηκας ἔξω ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις
Verse 32 Εἰσῆλθεν δὲ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶν τῶν ἀνδρῶν τῶν μετ αὐτοῦ
Verse 33 Καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν καὶ εἰπεν οὐ μὴ φάγω ἕως τοῦ λαλῆσαί με τὰ ρήματά μου καὶ εἰπαν λάλησον
Verse 34 Καὶ εἰπεν παῖς Αβρααμ ἐγώ εἰμι
Verse 35 Κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σφόδρα καὶ ὑψώθη καὶ ἔδωκεν αὐτω πρόβατα καὶ μόσχους ἀργύριον καὶ χρυσίον παῖδας καὶ παιδίσκας καμήλους καὶ ὄνους
Verse 36 Καὶ ἔτεκεν Σαρρα γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τω κυρίω μου μετὰ τὸ γηρᾶσαι αὐτόν καὶ ἔδωκεν αὐτω ὅσα ἠν αὐτω
Verse 37 Καὶ ὥρκισέν με κύριός μου λέγων οὐ λήμψῃ γυναῖκα τω υἱω μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων ἐν οἱς ἐγὼ παροικῶ ἐν τη γη αὐτῶν
Verse 38 Ἀλλ εἰς τὸν οἰκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τω υἱω μου ἐκεῖθεν
Verse 39 Εἰπα δὲ τω κυρίω μου μήποτε οὐ πορεύσεται γυνὴ μετ ἐμοῦ
Verse 40 Καὶ εἰπέν μοι κύριος εὐηρέστησα ἐναντίον αὐτοῦ αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου καὶ λήμψῃ γυναῖκα τω υἱω μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου
Verse 41 Τότε ἀθωος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν ἐμὴν φυλὴν καὶ μή σοι δῶσιν καὶ ἔσῃ ἀθωος ἀπὸ τοῦ ὁρκισμοῦ μου
Verse 42 Καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἰπα κύριε θεὸς τοῦ κυρίου μου Αβρααμ εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου ἣν νῦν ἐγὼ πορεύομαι ἐπ αὐτήν
Verse 43 Ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ καὶ ἔσται παρθένος ἂν ἐγὼ εἴπω πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου
Verse 44 Καὶ εἴπῃ μοι καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι αὕτη γυνή ἣν ἡτοίμασεν κύριος τω ἑαυτοῦ θεράποντι Ισαακ καὶ ἐν τούτω γνώσομαι ὅτι πεποίηκας ἔλεος τω κυρίω μου Αβρααμ
Verse 45 Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τη διανοίᾳ εὐθὺς Ρεβεκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο εἰπα δὲ αὐτη πότισόν με
Verse 46 Καὶ σπεύσασα καθεῖλεν τὴν ὑδρίαν αὐτῆς ἀφ ἑαυτῆς καὶ εἰπεν πίε σύ καὶ τὰς καμήλους σου ποτιῶ καὶ ἔπιον καὶ τὰς καμήλους μου ἐπότισεν
Verse 47 Καὶ ἠρώτησα αὐτὴν καὶ εἰπα τίνος εἰ θυγάτηρ δὲ ἔφη θυγάτηρ Βαθουηλ εἰμὶ τοῦ υἱοῦ Ναχωρ ὃν ἔτεκεν αὐτω Μελχα καὶ περιέθηκα αὐτη τὰ ἐνώτια καὶ τὰ ψέλια περὶ τὰς χεῖρας αὐτῆς
Verse 48 Καὶ εὐδοκήσας προσεκύνησα κυρίω καὶ εὐλόγησα κύριον τὸν θεὸν τοῦ κυρίου μου Αβρααμ ὃς εὐόδωσέν μοι ἐν ὁδω ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τω υἱω αὐτοῦ
Verse 49 Εἰ οὐν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου ἀπαγγείλατέ μοι εἰ δὲ μή ἀπαγγείλατέ μοι ἵνα ἐπιστρέψω εἰς δεξιὰν εἰς ἀριστεράν
Verse 50 Ἀποκριθεὶς δὲ Λαβαν καὶ Βαθουηλ εἰπαν παρὰ κυρίου ἐξῆλθεν τὸ πρόσταγμα τοῦτο οὐ δυνησόμεθα οὐν σοι ἀντειπεῖν κακὸν καλω
Verse 51 Ἰδοὺ Ρεβεκκα ἐνώπιόν σου λαβὼν ἀπότρεχε καὶ ἔστω γυνὴ τω υἱω τοῦ κυρίου σου καθὰ ἐλάλησεν κύριος
Verse 52 Ἐγένετο δὲ ἐν τω ἀκοῦσαι τὸν παῖδα τὸν Αβρααμ τῶν ρημάτων τούτων προσεκύνησεν ἐπὶ τὴν γῆν κυρίω
Verse 53 Καὶ ἐξενέγκας παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκεν Ρεβεκκα καὶ δῶρα ἔδωκεν τω ἀδελφω αὐτῆς καὶ τη μητρὶ αὐτῆς
Verse 54 Καὶ ἔφαγον καὶ ἔπιον αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ αὐτοῦ ὄντες καὶ ἐκοιμήθησαν καὶ ἀναστὰς πρωὶ εἰπεν ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου
Verse 55 Εἰπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ μήτηρ μεινάτω παρθένος μεθ ἡμῶν ἡμέρας ὡσεὶ δέκα καὶ μετὰ ταῦτα ἀπελεύσεται
Verse 56 δὲ εἰπεν πρὸς αὐτούς μὴ κατέχετέ με καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου
Verse 57 Οἱ δὲ εἰπαν καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς
Verse 58 Καὶ ἐκάλεσαν Ρεβεκκαν καὶ εἰπαν αὐτη πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου δὲ εἰπεν πορεύσομαι
Verse 59 Καὶ ἐξέπεμψαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τὸν Αβρααμ καὶ τοὺς μετ αὐτοῦ
Verse 60 Καὶ εὐλόγησαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ εἰπαν αὐτη ἀδελφὴ ἡμῶν εἰ γίνου εἰς χιλιάδας μυριάδων καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων
Verse 61 Ἀναστᾶσα δὲ Ρεβεκκα καὶ αἱ ἅβραι αὐτῆς ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου καὶ ἀναλαβὼν παῖς τὴν Ρεβεκκαν ἀπῆλθεν
Verse 62 Ισαακ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως αὐτὸς δὲ κατωκει ἐν τη γη τη πρὸς λίβα
Verse 63 Καὶ ἐξῆλθεν Ισαακ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἰδεν καμήλους ἐρχομένας
Verse 64 Καὶ ἀναβλέψασα Ρεβεκκα τοῖς ὀφθαλμοῖς εἰδεν τὸν Ισαακ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου
Verse 65 Καὶ εἰπεν τω παιδί τίς ἐστιν ἄνθρωπος ἐκεῖνος πορευόμενος ἐν τω πεδίω εἰς συνάντησιν ἡμῖν εἰπεν δὲ παῖς οὑτός ἐστιν κύριός μου δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο
Verse 66 Καὶ διηγήσατο παῖς τω Ισαακ πάντα τὰ ρήματα ἐποίησεν
Verse 67 Εἰσῆλθεν δὲ Ισαακ εἰς τὸν οἰκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ρεβεκκαν καὶ ἐγένετο αὐτοῦ γυνή καὶ ἠγάπησεν αὐτήν καὶ παρεκλήθη Ισαακ περὶ Σαρρας τῆς μητρὸς αὐτοῦ